Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατέσβεσεν: οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον
καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ
κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν
πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ
ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι
[p. 352] σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι
γένωνται