Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν: ἀλλ᾽
ὁρᾷς
πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ
παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλ᾽ ἀπέλιπον
καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ
πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε
φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλ᾽
ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν
τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ
περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι
καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ
Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων; ἀρχὴ’