Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη
[p. 348] γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος,
ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθ᾽
ἡσυχίας. τὴν οὖν ἑορτὴν εἰπεῖν, ‘ἀληθῆ λέγεις,
ἀλλ᾽ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα;’
‘κἀμοῦ τοίνυν,’ ἔφη, ‘μὴ γενομένου περὶ τὰ Μηδικά,
τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό’ μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν, ‘λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς
’