Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλ᾽ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ
Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες.
καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις ἀγνοηθῆναι τε Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος
τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα α καὶ σόφισμα α φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλ᾽
ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες.
ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους ῥηθεὶς πρός τινας τῶν