Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς
ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ,
ἵν᾽
ᾖ μόνος Καῖσαρ. λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων,
ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι: καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον