Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ
ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος
τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.
περὶ δὲ Γαΐου Καίσαρος
ᾐδέσθην ἂν εἰπεῖν,
ὡς ὑπ᾽ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτ᾽ αὐτὸς
ἐμαρτύρησεν. ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον
διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν
Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν
ὑπερθεμένης: εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν