Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν
τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν
ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην
τῷ Λυκούργῳ: οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας
καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ
ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ δι᾽ Αἰγύπτου
καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ