βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις.[p. 330] τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχος ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδ᾽ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτ᾽ ἄπεισιν ἀιδής: ἀλλ᾽ ὥσπερ οἱ Σπαρτιᾶται
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ;’ καὶ Μάρκος
Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς
βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων,
ἐκ βαθείας ὑποφθέγγεται δίνης, ‘οὐκοῦν κἀγὼ
κατὰ τύχην πεπήρωμαι;’ τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν,