Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς,
ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων,
πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.
ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή,
πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως
εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων φησὶν
ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων
γεγονέναι τὸν σύμπαντα κόσμον, ἵν᾽
ὁρατός τε