Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν;
Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν: αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν
ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν. τί δεῖ
τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν
τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ
[p. 324] μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ