Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὔηνος Ἄρεος καὶ Στερόπης τὴν Οἰνομάου γήμας
Ἀλκίππην ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει. ἰδὼν δ᾽ 1
Ἴδας ὁ Ἀφάρήτος καὶ ἁρπάσας ἐκ χοροῦ ἔφυγεν. ὁ δὲ πατὴρ διώξας
καὶ μὴ συλλαβὼν εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν καὶ ἀθάνατος ἐγένετο ὡς Δοσίθεος; 2 ἐν πρώτῳ
Ἰταλικῶν. 3 Ἄννιος δὲ Τούσκων βασιλεὺς ἔχων
θυγατέρα εὔμορφον τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δ᾽ ἐκ 4 τῶν
ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν
ἠράσθη, καὶ μὴ στέγων
τὸν ἔρωτα ἥρπασε καὶ ἦγεν εἰς Ῥώμην. ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ μὴ
[p. 382] συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον ποταμόν, ὃς
Ἀννίων μετωνομάσθη: τῇ δὲ Σαλίᾳ συγγενόμενος Κάθητος ἐποιήσατο
Λατῖνον καὶ Σάλιον, ἀφ᾽ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος: ὡς
Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος 5 ὁ
Πολυΐστωρ ἐν τρίτῳ Ἰταλικῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.