Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὸ τῆς μητρὸς ἀπελύθη τοῦ ἐγκλήματος: ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν.
Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δὲ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον
ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ
χρώμενος ἐφόνευσε καθ᾽
ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη
Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι: ὁ δὲ
ἐφόνευσε τὴν ἀδελφήν: ὥς φησιν