Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. καὶ Τεγεᾶται μὲν
οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προεβάλλοντο. συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο: ὁ δὲ
τρίτος τοὔνομα α Κριτόλαος στρατηγήματι
περιεγένετο τῶν δύο: προσποιητὴν γὰρ φυγὴν
σκηψάμενος καθ᾽
ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ
ἐλθόντος οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δ᾽ οὐκ ἐχάρη
ἡ ἀδελφὴ
᾿ Δημοδίκη: πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας
δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δ᾽
ἀγόμενος
[p. 282]