τὰν5 βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν.6
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;’
Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκροῖς: ἐκ
δὲ τούτου καὶ Καβύης Ὀποῦς.1 πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ
διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς
καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον2 καὶ
Οἰάνθειαν,3 καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες
Ὀζόλαι Λοκροὶ κατῴκησαν.
Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ
δὲ διὰ4 τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν,
[p. 194] ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν
τῇ τῶν Λοκρῶν χώρᾳ. τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπ᾽ εὐωδίας τοὔνομα λαβεῖν: ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς: γέγραφε γὰρ οὕτω
1 Ὀποῦς V. Rose (cf. Eustathius on Il. ii. 531, p. 277): λοκρός.
2 Φύσκον F.C.B.: Φυσκεῖς is the gentile name. Cf. S.G.D.I. 1529 a 15.
5 τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric.
6 τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric.