Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
‘ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα;᾽’
’ πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ
συνάρχειν καὶ τὸ μὲν δηλούμενόν ἐστιν ‘ὅπου σὺ [p. 270]
κύριος καὶ οἰκοδεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα ’ τοῖς δ᾽
ὀνόμασι τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον
Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα παραλαμβάνουσιν ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ
ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ
Σάγκτου 1 ἱερῷ
χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτοι; τὸ
μὲν οἰκουρίας αὐτῆς, τὸ δ᾽ ἐνεργείας
σύμβολον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.