Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει
μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;’
πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετ᾽ αἰδοῦς
ἐθιζόμενος;
ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν,
ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδ᾽ ἀχάριστον, οὕτως ὁ Ῥωμαῖος νομοθέτης,
εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές,
ἔκρυψεν;
ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ
[p. 102]
γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις αἰσχύνης τινὸς προσούσης;