Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν
ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ κόρρης καὶ ῥαπίζουσιν;’
ἢ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι τοῦ
μὴ ἐξεῖναι, κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον;
ἡ γὰρ
Ἰνὼ ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ τὸν υἱὸν ἐκμανῆναι: τὴν δὲ δούλην
Ἕλληνες Αἰτωλίδα γένει φασὶν εἶναι, καλεῖσθαι δ᾽ Ἀντιφέραν. διὸ καὶ παρ᾽ ἡμῖν ἐν Χαιρωνείᾳ πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύττει, ‘μὴ δοῦλον εἰσιέναι μὴ δούλαν,
μὴ Αἰτωλὸν μὴ Αἰτωλάν.’