Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;’
πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσαι δ᾽ αἱ γυναῖκες, ἑορτῇ δὲ δεῖ μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην;
ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ
ὀλίγων ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν παρόντων γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος: αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ,
ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δ᾽ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ, σχολάζειν.
ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες
ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις;