Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γὰρ ἦν ὁ πρὸς τὸν
ἐμβοήσαντα ‘μέχρι ποῦ διώκεις;᾽’ ἀποκρινάμενος ‘μέχρι
Μακεδονίας.’ ἀποθανόντι δ᾽ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον
ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμπρὸν γενέσθαι: πλὴν ταύτῃ γε
καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς
ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοινῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν,
ἐνεγκεῖν. ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δ᾽ ἄλλα τῆς
πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τὴν Τιμοκλείας οἰκίαν καταλαβὼν
ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδ᾽ ἥμερος ἀλλ᾽
ὑβριστὴς καὶ ἀνόητος: ἦρχε δὲ Θρᾳκίου τινὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.