Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη
κελεύῃ. ταῦτα δ᾽ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ1 ξιφήρεις, φόνῳ
[p. 570] πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν
ἀπεκτονὼς νεωστί.
μεταπεμψαμένης δὲ τῆς
Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ
Βάττον προαγαγόντες2 ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπ᾽ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις.
2 προαγαγόντες van Herwerden: προσαγαγόντες.