Λακαινῶν ἀδήλων
ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα1 ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα, ‘οὐκ ἐμὸν τὸ φίτυμα.’ ἐφ᾽ ἧς τὸ ἐπίγραμμα τόδε,
ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος[p. 460]
Εὐρώτας δειλαῖς μηδ᾽ ἐλάφοισι ῥέοι.
ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθ᾽ Ἅιδαν,
ἔρρε: τὸ μὴ Σπάρτας ἄξιον οὐδ᾽ ἔτεκον.
ἄλλη ἀκούσασα τὸν υἱὸν ἐν παρατάξει πεσόντα ἔφη,
δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε, τέκνον, ἄδακρυς
θάπτω2 τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.
ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ, ‘κακὰ φάμα τευ κακκέχυται: ἢ ταύταν νῦν3 ἔκνιψαι ἢ μὴ ἔσο.’