Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια, πεπληρωμένους ἑτέρων ἐδεσμάτων ἢ πωμάτων: 1 ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετ᾽ αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας καταπεπολεμήκει δὲ Ἀθηναίους , βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι: μεθ᾽ ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπ᾽ αὐτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.