Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους; πολλάκις στρατεύεσθαι, ἔφη ‘ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται’ διὸ καὶ Ἀγησιλάῳ ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας ‘καλά’ εἶπε ‘τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ 1 εἰδότας μάχεσθαι διδάξας;.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.