Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ εἶπεν ‘οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.’
ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε: πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν; ‘ὅτι’ ἔφη ‘βέλτιόν ἐστι τοῦ φονεύειν πείθεσθαι τῷ ἄρχοντι.’
τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ‘ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείσσων:’ ‘οὐ μὲν οὖν’ ἔφη ‘ἀλλὰ καββαλικώτερος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.