αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ ‘ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.’
πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει πολλοὺς δ᾽ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου: ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες: τῶν δὲ Πανελλήνων ἐπισημηναμένων 1 κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας
πολιόν τε κάρη πολιόν τε γένειον2