Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα: καὶ ὁ ἕτερος εἶπε ‘δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες:’ ‘οὐ μὲν οὖν’ εἶπεν ἅτερος ‘ἀλλ᾽ ὥσπερ οἱ λέοντες.’
χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε ‘κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.’
ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, 1 ὅτι ἀποθανεῖται, ἀλλ᾽ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.
εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος; τυρὸν ᾔτει καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.