Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τέλεον ἀφανίσειν ᾕ 1 συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι ‘μηδαμῶς ἀφανίσῃς μηδ᾽ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.’
τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλ᾽ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, ‘τᾷ πολυμηχανίᾳ’ εἶπε.
Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, 2 πότερον βούλεται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν ‘οὐδέτερον.’
πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.