Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, ‘ὅτι’ ἔφη ‘ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.’
ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, ‘καὶ τί [p. 121] μέγα’ εἶπεν ‘ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται;’
πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, ‘οὐκοῦν’ ἔφη ‘τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.’
συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, ‘καὶ πῶς’ ἔφη ‘τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς δι᾽ ἀνδρείαν μένουσι μαχεσόμεθα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.