Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ‘ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν: ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο: ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδ᾽ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.’
φιλοτεκνότατος δ᾽ ὢν διαφερόντως, 1 λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς; ὥσπερ ἵππον οἴκοι συνέπαιζεν: ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται.
1 φιλοτεκνότατος δ᾽ ὢν διαφερόντως] aut corrigendum φιλότεκνοι aut cum uno codice delendum διαφερόντως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.