Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις’ ἔφη ‘ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.’
τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.
ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.
ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.
θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, ‘οὐκ αἰσθάνῃ’ ἔφη ‘ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;᾽’
ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, ‘θανάτου καταφρονήσας’ ἔφη.
ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.