Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρ᾽ αὐτοῖς φύεται ξύλα: φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, ‘τί οὖν;’ εἶπεν ‘εἰ τετράγωνα ἦν, στρογγύλα 1 ἐτελεῖτε.’
ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς [p. 107] Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν ‘ἄχρις οὗ τοῦτο φθάνῃ.’
ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους ‘ταῦτά ἐστιν’ εἶπε ‘τὰ Λακεδαιμονίων τείχη.’
ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος,' ‘οὐ λίθοις ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.