Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου 1 γένηται, ‘ἀλλ᾽ ἐγώ’ εἶπεν ‘ἐμαυτὸν ἐθίζω λέγων 2 ὥστ᾽ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.’
καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο: πρὸς οὖν τὸν πυθόμενον διότι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ‘ἵνα’ φησὶν ‘οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.’
Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.