Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶπεν εὖγε: ‘δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ᾽ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσι ’.
προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, ‘νὴ τὼ θεὼ’ 1 φησὶν ‘οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.’
ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη [p. 102] λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών ‘νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.