Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου αἰτίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προσελθὼν εἰς τὸ δημόσιον ‘νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων’ εἶπε, ‘τοῖς γὰρ οὖσιν οὔτ᾽ ἂν προσθείην τι οὔτ᾽ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι: τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.