Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ ἢκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμοίοις πολλοὺς ἀκολουθοῦντας, 1 ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας. [p. 116] τοὺς συμμάχους καθίσαι μετ᾽ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφ᾽ ἑαυτῶν εἶτα ἐκήρυττε τοὺς; κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς: ἀπείρητο γὰρ αὐτοῖς; τέχνην ἐργάζεσθαι καὶ 2 μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος ‘ὁρᾶτε’ εἶπεν ‘ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;᾽’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.