Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
τοῦ δὲ Ἀθηναίων δήμου ἐξημαρτηκέναι τι δόξαντος, ἔγραψεν ἀπ᾽ Αἰγίνης οἴεσθαι μὴ λανθάνειν αὐτοὺς ὀργιζόμενος, οὐ γὰρ ἂν ἐν Αἰγίνῃ διαχειμάσειεν 1 ἄλλο δὲ οὐδὲν οὔτε εἶπεν αὐτοὺς; οὔτε ἐποίησε.
τῶν δὲ Εὐρυκλέους κατηγόρων ἑνὸς [p. 99] ἀφειδῶς καὶ κατακόρως παρρησιαζομένου καὶ προαχθέντος εἰπεῖν τι τοιοῦτον ‘εἰ ταῦτά σοι, Καῖσαρ, οὐ φαίνεται μεγάλα , κέλευσον αὐτὸν ἀποδοῦναί μοι Θουκυδίδου τὴν ἑβδόμην:’ διὸ ὀργισθεὶς ἀπάγειν ἐκέλευσε: πυθόμενος δέ, ὅτι τῶν ἀπὸ Βρασίδου γεγονότων ὑπόλοιπος οὗτός ἐστι, μετεπέμψατο, καὶ μέτρια νουθετήσας ἀπέλυσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.