ἐπιδεῖν κελεύσας ἀφῆκεν.
Ἀρταξέρξου
Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.
πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.
πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν [p. 18] ἡγεμονικῶν τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦν καὶ τὴν κεφαλὴν ἀποτίλλειν,1 μαστιγοῦσθαι μὲν ἀποδυσαμένων τὰ ἱμάτια τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων.