Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς λέοντας καὶ ἐλάφους καὶ τῷ Ἡρακλεῖ
δήπου μανέντι τοὺς υἱοὺς ἐλυσιτέλει μήτ᾽ ἰδεῖν μήτ᾽ αἰσθέσθαι παρόντας ἢ χρῆσθαι τοῖς φιλτάτοις ὡς
πολεμίοις.
τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος
ἔχειν τοιαύτην διαφοράν; οἱ μὲν 1 οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ
κακοὺς ὑπάρχειν νομίζουσιν οἱ μὲν
παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν
καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἄμικτον ἄγριον εἶναι καὶ θηριῶδες.
εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.