κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ 1 τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτ᾽ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδὶ κ
δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ 2ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει,
μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι
ἀνδρῶν,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα
γένηται