Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰκότως ἄν τις εἴποι ‘ἐπελάθου ὅτι ταῦτ᾽ ἔλαβες ἐπὶ τῷ ἀποδοῦναι;᾽:’ τοῦτο δὴ τοῖσθνητοῖς ἅπασι συμβέβηκεν. ἔχομεν γὰρ τὸ ζῆν ὥσπερ παρὰ καταθεμένοις 1 θεοῖς ἐξ ἀνάγκης, καὶ τούτου χρόνος οὐδείς ἐστιν ὡρισμένος τῆς ἀποδόσεως, ὥσπερ οὐδὲ τοῖς τραπεζίταις τῆς τῶν θεμάτων, ἀλλ᾽ ἄδηλον πόθ᾽ ὁ δοὺς ἀπαιτήσει. ὁ οὖν ἢ αὐτὸς μέλλων ἀποθνήσκειν ἢ τέκνων ἀποθανόντων ὑπεραγανακτῶν [p. 284] πῶς οὐ καταφανῶς ἐπιλέλησται ὅτι καὶ αὐτὸς ἄνθρωπός ἐστι καὶ τὰ τέκνα θνητὰ ἐγέννησεν; οὐ γάρ ἐστι φρένας ἔχοντος ἀνθρώπου ἀγνοεῖν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι θνητόν, οὐδ᾽ ὅτι γέγονεν εἰς τὸ
1 παρὰ καταθεμένοις scripsi: παρακαταθεμένοις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.