ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης, 1 ‘τὰ χρήματα’ οὐκ ‘ἴδια κέκτηνται βροτοί,’ ἀλλ᾽ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ
τὰ τῶν θεῶν δ᾽ ἔχοντες ἐπιμελούμεθα.οὐ δεῖ οὖν δυσφορεῖν, ἐὰν ἃ ἔχρησαν ἡμῖν πρὸς ὀλίγον, ταῦτ᾽ ἀπαιτῶσιν οὐδὲ γὰρ οἱ τραπεζῖται, καθάπερ εἰώθαμεν λέγειν πολλάκις , ἀπαιτούμενοι τὰ θέματα δυσχεραίνουσιν ἐπὶ τῇ ἀποδόσει, ἐάνπερ εὐγνωμονῶσι. πρὸς γὰρ τοὺς οὐκ εὐμαρῶς ἀποδιδόντας
2 ὅταν δὲ χρῄζωσ᾽ αὔτ᾽ ἀφαιροῦνται πάλιν.