‘ οὐδὲ προσεδόκων’ ἀλλ᾽ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ 1 Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα: ἐκεῖνος γάρ φησιν
ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδας νοῦν 2 συμφορὰς τ᾽ 3 ἐβαλλόμην,
φυγὰς τ᾽ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
θανάτους τ̓ ἀώρους καὶ κακῶν ἄλλασὁδούς, [p. 275]
ἵν᾽ εἴ τι πάσχοιμ᾽ὧν ἐδόξαζον φρενί,