τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.
ἅπαντες Ἅιδαν 1 ἦλθον 2 καὶ Λάθοις δόμους,
νὴ Δί᾽ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας. θέασαι γὰρ: οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ
εἶτ᾽ εἰ μὲν ᾕδεις ὅττι 3 τοῦτον τὸν βίον,
4 ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,
ὁ θάνατος οὐκ εὔκαιρος: εἰ δ᾽ ἤνεγκεν αὖ 5
οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως
ὁ θάνατος 6 αὐτὸς σοῦ γέγονεν εὐνούστερος