ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα
τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν,τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε [p. 270]
1 οὐδ᾽ ἀνδρὸς ἐστερήμεθ᾽ ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον
ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας
2 μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν 3
ζεύξας θαλάσσης αὐχέν᾽ Ἑλλησποντίας;