Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ὑπονοίας: ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν ‘μὴ πολλοῖς ἐμβάλλειν δεξιὰν’ τουτέστι μὴ πολλοὺς ποιεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπάζεσθαι φιλίαν καὶ πρὸς ἐναντίην ἡ μετὰ 1 πολλῶν παθῶν εἰσιοῦσαν, ὧν τὸ μὲν συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστί: τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν ‘ἔοικας’ ἔφη ‘ σὺ μηδὲ φίλον ἔχειν.’ αἱ γὰρ ἔχθραι ταῖς φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται, ἐπείπερ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.