Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὥσπερ χολή τις ἐξέπεσε.
διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ 1 μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποιεῖσθαι συνήθη καλόν, 2 ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι δοκιμάζοντας 3
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.