Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι [p. 150] ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις 1 παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.
ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἢδη: καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.