τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν 1 πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ
δῶρ᾽, ἵνα μὴ οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσανῦὁ ὀρθῶς δὲ γ᾽ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας: οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδ᾽ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς
2 ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκεν
Ζεὺς ἄφενος