καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας 1 ἀλλὰ παιδείας ἕνεκα ποιημάτων [p. 74] ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτ᾽ ἐστὶ
Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον. καὶ τῷ 3
ἀλλ᾽ ἄγε 2 δεῦρο, πέπον, παρ᾽ ἔμ᾽ ἵστασο: δὴ γὰρ ἔλεγχος
ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ
4