ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα: τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δ᾽ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλ᾽ ἠμείψατο καὶ προσηγόρευσεν,
ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι
ὡς γνῶ χωομένοιο: πάλιν δ᾽ ὅ γε λάζετο μῦθοντὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ
1